Luke 9:28-36

28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ
 καὶ = Treg NA/NIV RP: || [omit] = WH
καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας, 31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ. 32 δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν
 ὁ = WH Treg NA/NIV: || [omit] = RP
Πέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς λέγει.
34ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ
 ἐπεσκίαζεν = WH Treg NA/NIV: || ἐπεσκίασεν = RP
ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ
 εἰσελθεῖν αὐτοὺς = WH Treg NA/NIV: || ἐκείνους εἰσελθεῖν = RP
εἰσελθεῖν αὐτοὺς ⸃ εἰς τὴν νεφέλην.
35καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν υἱός μου
 ἐκλελεγμένος = WH Treg NA/NIV: || ἀγαπητός = RP
ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
36καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν
 εὑρέθη = WH Treg NA/NIV: || εὑρέθη ὁ = RP
εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.

Copyright information for SBLG